Subido por Violeta

Ejemplos de lectura erasmiana

Anuncio
EJEMPLOS DE LECTURA ERASMIANA
Apolodoro, Prometeo
Προμηθεὺς δ᾿ ἐξ ὕδατος καὶ γῆς ἀνθρώπους ἔπλασεν. ἔδωκεν δ᾿ αὐτοῖς καὶ πῦρ. φίλος
γὰρ ἀνθρώποις ἦν καὶ οὕτως ἐβοήθησεν αὐτοῖς. ἀλλὰ ὁ Ζεύς, ὅτε ἔμαθεν, σφόδρα
ἠγανάκτησεν αὐτῷ. τὸ γὰρ πῦρ ἑαυτοῦ ἦν. οὐδὲ ἐβούλετο τοῦτο ἀνθρώποις διδόναι.
ἐχθρὸς γὰρ αὐτοῖς ἦν ὁ Θεὸς ἐξ ἀρχῆς καὶ ἔμελλε πάντας ἀπολλύναι. ἀλλὰ πυρὶ
ἐσῴζοντο οἱ βροτοὶ ούδ’ ἀπέθανον. πυρὶ γᾶρ ἐγένοντο οἱ θνητοὶ ἴσοι θεοῖς.
Apolodoro, Pandora
διόπερ οὖν ὁ Ζεὺς τὴν πρώτην ἔπλασε γυναῖκα. ταύτῃ δ’ἔθετο ὄνομα Πανδώρα ἐπεὶ αὐτῇ
οἱ θεοὶ πάντες καὶ πᾶσαι δῶρα ἔδοσαν. αὐτὴν δὲ ὁ Ζεὺς ἐξέδωκε γυναῖκα τῷ Προμηθέως
ἀδελφῷ. οὗτος δ’ ὠνομάζετο Ἐπιμηθεύς. ὁ μὲν γὰρ Προμηθεὺς σφόδρα ἦν σοφός, ὁ δ’
Ἐπιμηθεύς ἄσοφος καὶ οὕτως ἔγημε τὴν Πανδώραν. οὐ γὰρ ἔγνω ὅτι ἐχθρός ἦν ὁ Ζεὺς
ἑαυτῷ οὐδ’ ὅτι ἡ Πανδώρα ἔμελλεν ἀρχὴ εἶναι πολλῶν κακῶν ἀνθρώποις.
Platón, Fedro 230e.
συγγίγνωσκέ μοι, ὦ ἄριστε. φιλομαθὴς γάρ εἰμι· τὰ μὲν οὖν χωρία καὶ τὰ δένδρα οὐδὲν
μ’ἐθέλει διδάσκειν, οἱ δ’ἐν τῷ ἄστει ἄνθρωποι.
Jenofonte, Memorabilia 1.6.14
ἐγὼ, ὦ Ἀντιφῶν, ὥσπερ ἄλλος τις ἢ ἵππῳ ἀγαθῷ ἢ κυνὶ ἢ
ὄρνιθι ἥδεται, οὕτω καὶ ἔτι μᾶλλον ἥδομαι φίλοις ἀγαθοῖς, καὶ
ἐάν τι ἔχω ἀγαθόν, διδάσκω· καὶ τοὺς θησαυροὺς τῶν πάλαι σοφῶν ἀνδρῶν, οὓς ἐκεῖνο
ι κατέλιπον ἐν βιβλίοις γράψαντες, ἀνελίττων κοινῇ σὺν τοῖς
φίλοις διέρχομαι, καὶ ἐάν τι ὁρῶμεν ἀγαθὸν ἐκλεγόμεθα· καὶ μέγα νομίζομεν κέρδος, ἐ
ὰν ἀλλήλοις φίλοι γιγνώμεθα.
Platón, Protágoras 324d-328d
οἱ διδάσκαλοι τούτων ἐπιμελοῦνται, καὶ ἐπειδὰν αὖ γράμματα μάθωσιν καὶ μέλλωσιν
συνήσειν τὰ γεγραμμένα, παρατιθέασιν αὐτοῖς ἐπὶ τῶν βάθρων καὶ ἀναγκάζουσιν
ἀναγιγνώσκειν καὶ ἐκμανθάνειν ποιητῶν ἀγαθῶν ποιήματα, ἐν οἷς πολλαὶ μὲν
νουθετήσεις ἔνεισιν πολλαὶ δὲ διέξοδοι καὶ ἔπαινοι καὶ ἐγκώμια παλαιῶν ἀνδρῶν
ἀγαθῶν, ἵνα ὁ παῖς ζηλῶν μιμῆται καὶ ὀρέγηται τοιοῦτος γενέσθαι.
Descargar